Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.209 Joseph. AJ 16.214 (English) >>Joseph. AJ 16.220

16.212ἔρρε κάκιστος εἰς εὐεργέτην καὶ ἀδελφὸν γενόμενος. καὶ σοὶ μὲν συνείδησις αὕτη συζήσειεν, ἐγὼ δὲ νικῴην ἀεὶ τοὺς ἐμοὺς μήτε ἀμυνόμενος κατʼ ἀξίαν καὶ μειζόνως εὐεργετῶν τυχεῖν εἰσι δίκαιοι.” 16.213

Τοιαῦτα μὲν οὖν βασιλεύς. Φερώρας δʼ ἐπʼ αὐτοφώρῳ τῇ μοχθηρίᾳ Σαλώμην ἔφη ταῦτα συμπείσειν καὶ παρʼ ἐκείνης εἶναι τοὺς λόγους. δὲ ὡς μόνον ἤκουσεν, ἐτύγχανεν δὲ παροῦσα, πιθανῶς ἀνεβόησεν, 16.214ὡς οὐδὲν εἴη παρʼ αὐτῆς τοιοῦτον, καὶ ὅτι διὰ σπουδῆς ἐστιν ἅπασιν εἰς μῖσος ἀγαγεῖν αὐτὴν τοῦ βασιλέως καὶ πάντα τρόπον ἐνέχειν διὰ τὴν εὔνοιαν, ἣν ἔχοι περὶ τὸν Ἡρώδην ἀεὶ προγινώσκουσα τοὺς κινδύνους. 16.215ἐν δὲ τῷ παρόντι καὶ μᾶλλον ἐπιβουλεύεσθαι· μόνη γὰρ ἀναπείθουσα τὸν ἀδελφὸν ἐκβάλλειν ἣν εἶχε γυναῖκα, λαμβάνειν δὲ θυγατέρα τὴν βασιλέως εἰκότως ὑπʼ ἐκείνου μεμισῆσθαι. 16.216τοιαῦτα λεγούσης καὶ πολλάκις μὲν ἐπιδραττομένης τῶν τριχῶν, πολλάκις δὲ τυπτούσης τὰ στέρνα, μὲν ὄψις εἶχέ τι πρὸς τὴν ἄρνησιν πιθανόν, δὲ κακοήθεια τοῦ τρόπου τὴν ἐν τοῖς γινομένοις ὑπόκρισιν ἀπεσήμαινεν. 16.217 δὲ Φερώρας εἰς μέσον ἀπείληπτο μηδὲν εὔσχημον εἰς ἀπολογίαν ἔχων, εἰπεῖν μὲν ὡμολογηκώς, ἀκοῦσαι δʼ οὐ πιστευόμενος. ἐγένετο δʼ ἐπὶ πλεῖον τε σύγχυσις καὶ τῶν λόγων εἰς ἀλλήλους ἅμιλλα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.209 Joseph. AJ 16.214 (English) >>Joseph. AJ 16.220

Powered by PhiloLogic